ΙΑΚΩΒΟΥ

Κεφάλαιο: 1 2 3 4 5

0:00
0:00

-Reset+

Κεφάλαιο 4

1 ποθεν πολεμοι και μαχαι εν υμιν ουκ εντευθεν εκ των ηδονων υμων των στρατευομενων εν τοις μελεσιν υμων
2 επιθυμειτε και ουκ εχετε φονευετε και ζηλουτε και ου δυνασθε επιτυχειν μαχεσθε και πολεμειτε ουκ εχετε δε δια το μη αιτεισθαι υμας
3 αιτειτε και ου λαμβανετε διοτι κακως αιτεισθε ινα εν ταις ηδοναις υμων δαπανησητε
4 μοιχοι και μοιχαλιδες ουκ οιδατε οτι η φιλια του κοσμου εχθρα του θεου εστιν ος αν ουν βουληθη φιλος ειναι του κοσμου εχθρος του θεου καθισταται
5 η δοκειτε οτι κενως η γραφη λεγει προς φθονον επιποθει το πνευμα ο κατωκησεν εν ημιν
6 μειζονα δε διδωσιν χαριν διο λεγει ο θεος υπερηφανοις αντιτασσεται ταπεινοις δε διδωσιν χαριν
7 υποταγητε ουν τω θεω αντιστητε τω διαβολω και φευξεται αφ υμων
8 εγγισατε τω θεω και εγγιει υμιν καθαρισατε χειρας αμαρτωλοι και αγνισατε καρδιας διψυχοι
9 ταλαιπωρησατε και πενθησατε και κλαυσατε ο γελως υμων εις πενθος μεταστραφητω και η χαρα εις κατηφειαν
10 ταπεινωθητε ενωπιον του κυριου και υψωσει υμας
11 μη καταλαλειτε αλληλων αδελφοι ο καταλαλων αδελφου και κρινων τον αδελφον αυτου καταλαλει νομου και κρινει νομον ει δε νομον κρινεις ουκ ει ποιητης νομου αλλα κριτης
12 εις εστιν ο νομοθετης ο δυναμενος σωσαι και απολεσαι συ τις ει ος κρινεις τον ετερον
13 αγε νυν οι λεγοντες σημερον η αυριον πορευσωμεθα εις τηνδε την πολιν και ποιησομεν εκει ενιαυτον ενα και εμπορευσομεθα και κερδησομεν
14 οιτινες ουκ επιστασθε το της αυριον ποια γαρ η ζωη υμων ατμις γαρ εστιν η προς ολιγον φαινομενη επειτα δε αφανιζομενη
15 αντι του λεγειν υμας εαν ο κυριος θεληση και ζησομεν και ποιησομεν τουτο η εκεινο
16 νυν δε καυχασθε εν ταις αλαζονειαις υμων πασα καυχησις τοιαυτη πονηρα εστιν
17 ειδοτι ουν καλον ποιειν και μη ποιουντι αμαρτια αυτω εστιν